Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.225 Joseph. AJ 10.229 (English) >>Joseph. AJ 10.234

10.227τόποις.” καὶ Μεγασθένης δὲ ἐν τῇ τετάρτῃ τῶν Ἰνδικῶν μνημονεύει αὐτῶν διʼ ἧς ἀποφαίνειν πειρᾶται τοῦτον τὸν βασιλέα τῇ ἀνδρείᾳ καὶ τῷ μεγέθει τῶν πράξεων ὑπερβεβηκότα τὸν Ἡρακλέα· καταστρέψασθαι γὰρ αὐτόν φησι Λιβύης τὴν πολλὴν καὶ Ἰβηρίαν. 10.228καὶ Διοκλῆς δʼ ἐν τῇ δευτέρᾳ τῶν Περσικῶν μνημονεύει τούτου τοῦ βασιλέως καὶ Φιλόστρατος ἐν ταῖς Ἰνδικαῖς καὶ Φοινικικαῖς ἱστορίαις, ὅτι οὗτος βασιλεὺς ἐπολιόρκησε τὴν Τύρον ἔτεσι τρισὶ καὶ δέκα βασιλεύοντος κατʼ ἐκεῖνον τὸν καιρὸν Ἰθωβάλου τῆς Τύρου. καὶ τὰ μὲν ὑπὸ πάντων ἱστορούμενα περὶ τούτου τοῦ βασιλέως ταῦτα ἦν. 10.229

Μετὰ δὲ τὴν Ναβουχοδονοσόρου τελευτὴν Ἀβιλμαθαδάχος παῖς αὐτοῦ τὴν βασιλείαν παραλαμβάνει, ὃς εὐθὺς τὸν τῶν Ἱεροσολύμων βασιλέα Ἰεχονίαν τῶν δεσμῶν ἀφεὶς ἐν τοῖς ἀναγκαιοτάτοις τῶν φίλων εἶχε πολλὰς αὐτῷ δωρεὰς δοὺς καὶ ποιήσας αὐτὸν ἐπὶ τῶν ἐν τῇ Βαβυλωνίᾳ βασιλέων· 10.230 γὰρ πατὴρ αὐτοῦ τὴν πίστιν οὐκ ἐφύλαξεν Ἰεχονίᾳ παραδόντι μετὰ γυναικῶν καὶ τέκνων καὶ τῆς συγγενείας ὅλης ἑκουσίως αὑτὸν ὑπὲρ τῆς πατρίδος, ὡς ἂν μὴ κατασκαφείη ληφθεῖσα ὑπὸ τῆς πολιορκίας, καθὼς προειρήκαμεν. 10.231τελευτήσαντος δὲ Ἀβιλμαθαδάχου μετὰ ἔτη ὀκτωκαίδεκα τῆς βασιλείας Ἠγλίσαρος παῖς αὐτοῦ τὴν ἀρχὴν παραλαμβάνει, καὶ κατασχὼν αὐτὴν ἔτη τεσσαράκοντα καταστρέφει τὸν βίον. μετὰ δʼ αὐτὸν εἰς τὸν υἱὸν αὐτοῦ Λαβοσόρδαχον ἀφικνεῖται τῆς βασιλείας διαδοχή, καὶ μῆνας ποιήσασα παρʼ αὐτῷ τοὺς πάντας ἐννέα τελευτήσαντος αὐτοῦ μεταβαίνει πρὸς Βαλτασάρην τὸν καλούμενον Ναβοάνδηλον παρὰ τοῖς Βαβυλωνίοις.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.225 Joseph. AJ 10.229 (English) >>Joseph. AJ 10.234

Powered by PhiloLogic